Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.176 Dem. 19.179 (English) >>Dem. 19.182

19.178ἐπέδειξʼ αἴτιον γεγενημένον τοῦ μὴ ʼθέλειν ὑμᾶς ἀκούειν ἐμοῦ τἀληθῆ ταῖς ὑποσχέσεσιν καὶ τοῖς ἐπαγγέλμασι τοῖς τούτου καταληφθέντας τότε, πάντα τἀναντία συμβουλεύσαντʼ ἔδει, καὶ τῇ μὲν τῶν συμμάχων ἀντειπόντʼ εἰρήνῃ, τῇ δὲ Φιλοκράτους συνηγορήσαντα, τοὺς χρόνους κατατρίψαντα, ἵνα μηδʼ εἰ βούλοισθε δύναισθʼ ἐξελθεῖν εἰς Φωκέας, καὶ ἄλλʼ ἐπὶ τῆς ἀποδημίας πολλὰ καὶ δείνʼ εἰργασμένον, προδεδωκότα πάντα, πεπρακότα, δῶρʼ ἔχοντα, οὐδὲν ἐλλελοιπότα μοχθηρίας. οὐκοῦν ταῦθʼ ὑπεσχόμην ἐν ἀρχῇ, ταῦτʼ ἐπέδειξα. 19.179ὁρᾶτε τοίνυν τὰ μετὰ ταῦτα· ἁπλοῦς γάρ ἐσθʼ μέλλων λόγος οὑτοσὶ πρὸς ὑμᾶς ἤδη. ὀμωμόκατε ψηφιεῖσθαι κατὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τὰ τοῦ δήμου καὶ τῆς βουλῆς τῶν πεντακοσίων· φαίνεται δʼ οὗτος πάντα τἀναντία τοῖς νόμοις, τοῖς ψηφίσμασι, τοῖς δικαίοις πεπρεσβευκώς· οὐκοῦν ἑαλωκέναι προσήκει παρά γε νοῦν ἔχουσι δικασταῖς. εἰ γὰρ ἄλλο μηδὲν ἠδίκει, δύο τῶν πεπραγμένων ἔσθʼ ἱκάνʼ αὐτὸν ἀποκτεῖναι· οὐ γὰρ μόνον Φωκέας, ἀλλὰ καὶ Θρᾴκην προδέδωκε Φιλίππῳ. 19.180καίτοι δύο χρησιμωτέρους τόπους τῆς οἰκουμένης οὐδʼ ἂν εἷς ἐπιδείξαι τῇ πόλει, κατὰ μὲν γῆν Πυλῶν, ἐκ θαλάττης δὲ τοῦ Ἑλλησπόντου· συναμφότερʼ οὗτοι πεπράκασιν αἰσχρῶς καὶ καθʼ ὑμῶν ἐγκεχειρίκασι Φιλίππῳ. τοῦτο τοίνυν αὐτὸ ἄνευ τῶν ἄλλων ἡλίκον ἔστʼ ἀδίκημα, τὸ Θρᾴκην καὶ τὰ τείχη προέσθαι, μυρίʼ ἂν εἴη λέγειν, καὶ ὅσοι διὰ ταῦτʼ ἀπολώλασι παρʼ ὑμῖν, οἱ δὲ χρήματα πάμπολλʼ ὠφλήκασιν, οὐ χαλεπὸν δεῖξαι, Ἐργόφιλος, Κηφισόδοτος, Τιμόμαχος, τὸ παλαιόν ποτʼ Ἐργοκλῆς, Διονύσιος, ἄλλοι, οὓς ὀλίγου δέω σύμπαντας εἰπεῖν ἐλάττω τὴν πόλιν βεβλαφέναι τούτου.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.176 Dem. 19.179 (English) >>Dem. 19.182

Powered by PhiloLogic